Ancient Greek
Dfhg-Source dfhg4_CHRYSERMUS_CORINTHIUS
CHRYSERMUS CORINTHIUS, Fragmenta 4
Not analysed yet
Οἱ δ ̓ ἐγχώριοι τὰς ἀσεβῶς ἀναστρεφομένας παρθένους σταυροῖς προσηλώσαντες, εἰς αὐτὸν (τὸν Ὑδάσπην) βάλλουσι, τῇ σφῶν διαλέκτῳ τὸν Ἀφροδίτης ὕμνον ᾄδοντες. —Κατορύσσουσι δὲ κατ ̓ ἐνιαυτὸν γραῦν κατάκριτον, παρὰ τὸν ὀνομαζόμενον λόφον Θηρόγονον· ἅμα γὰρ τὴν πρεσβῦτιν ἑρπετῶν πλῆθος ἐκ τῆς ἀκρωρείας ἐξέρχεται, καὶ τὰ περιϊπτάμενα τῶν ἀλόγων ζῴων κατεσθίει· καθὼς Χρύσερμος ἐν π’ (η’?) Ἰνδικῶν. Μέμνηται δὲ τούτων ἀκριβέστερον Ἀρχέλαος ἐν ιγ’ Περὶ ποταμῶν.