Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.876
Not analysed yet
Galenus de locis affectis V 1 Vol. VIII p. 301 K, καὶ μὴν καὶ καθ’ ἕτερόν τινα τρόπον ἐπὶ ——ἀλγήμασίν τε σφοδροῖς καὶ φόβοις ἰσχυροῖς ἡδοναῖς τε μεγίσταις ἀποθνήσκουσί τινες. ὅσοις γὰρ ἀσθενής ἐστιν ὁ ζωτικὸς τόνος ἰσχυρά τε πάθη ψυχικὰ πάσχουσιν ἐξ ἀπαιδευσίας, εὐδιάλυτος τούτοις ἐστὶν ἡ τῆς ψυχῆς οὐσία. τῶν τοιούτων ἔνιοι καὶ διὰ λύπην ἀπέθανον, οὐ μὴν εὐθέως, ὥσπερ ἐν τοῖς προειρημένοις. ἀνὴρ δ’ οὐδεὶς μεγαλόψυχος οὔτ’ ἐπὶ λύπαις οὔτ’ ἐπὶ τοῖς ἄλλοις ὅσα λύπης ἰσχυρότερα θανάτῳ περιέπεσεν. ὅ τε γὰρ τόνος τῆς ψυχῆς αὐτοῖς ἰσχυρός ἐστι τά τε παθήματα σμικρά.