Ancient Greek · ~2 min
1.877 to 1.878
Chrysippus, Fragmenta Logica et Physica 1.877-878
Not analysed yet
Galenus de locis affectis IV 3 Vol. VIII p. 233 K. ἕπεται δὲ καὶ σφοδραῖς ὀδύναις τὸ πάθος τοῦτο, καταπίπτοντος ἐν αὐταῖς τοῦ κατὰ τὸ ψυχικὸν πνεῦμα τόνου. Galenus de sanitate tuenda II 9 Vol. VI p. 138 K. ὁ μέν γε θυμὸς οὐδ’ ἀπλῶς αὔξησις, ἀλλ’ οἷον ζέσις κατὰ τὴν καρδίαν θερμοῦ· διὸ καὶ τὴν οὐσίαν αὐτοῦ τῶν φιλοσόφων οἱ δοκιμώτατοι τοιαύτην εἶναί φασι. συμβεβηκὸς γάρ τι καὶ οὐκ οὐσία τοῦ θυμοῦ ἐστιν ἡ τῆς ἀντιτιμωρήσεως ὄρεξις. Cf. de morborum causis 2 Vol. VII p. 4 K.