Ancient Greek
§ 6. Plures esse virtutes qualitate differentes.
Chrysippus, Fragmenta Moralia § 6. Plures esse virtutes qualitate differentes.
Not analysed yet
Plutarchus de virtute morali cp. 2 p. 441a. ἔοικε δὲ καὶ Ζήνων εἰς τοῦτό πως ὑποφέρεσθαι ὁ Κιτιεὺς (praecedentibus Aristonis de virtutibus sententia enarratur) ὁριζόμενος τὴν φρόνησιν ἐν μὲν ἀπονεμητέοις δικαιοσύνην, ἐν δ’ αἱρετέοις σωφροσύνην, ἐν δὲ ὑπομενετέοις ἀνδρείαν· ἀπολογούμενοι δὲ ἀξιοῦσιν ἐν τούτοις τὴν ἐπιστήμην φρόνησιν ὑπὸ τοῦ Ζήνωνος ὠνομάσθαι. Χρύσιππος δὲ κατὰ τὸ ποιὸν ἀρετὴν ἰδίᾳ ποιότητι συνίστασθαι νομίζων ἔλαθεν ἑαυτὸν κατὰ τὸν Πλάτωνα σμῆνος ἀρετῶν οὐ σύνηθες οὐδὲ γνώριμον ἐγείρας· ὡς γὰρ παρὰ τὸν ἀνδρεῖον ἀνδρείαν καὶ παρὰ τὸν πρᾷον πρᾳότητα καὶ δικαιοσύνην παρὰ τὸν δίκαιον, οὕτως παρὰ τὸν χαρίεντα χαριεντότητα καὶ παρὰ τὸν ἐσθλὸν ἐσθλότητα, καὶ παρὰ τὸν μέγαν μεγαλότητα, καὶ παρὰ τὸν καλὸν καλότητα, ἑτέρας τε τοιαύτας ἐπιδεξιότητας, εὐαπαντησίας, εὐτραπελίας ἀρετὰς τιθέμενος, πολλῶν καὶ ἀτόπων ὀνομάτων οὐδὲν δεομένην ἐμπέπληκε φιλοσοφίαν.