Ancient Greek · ~1 min
Fragment 254
Chrysippus, Fragmenta Moralia 254
Not analysed yet
Clemens Al. Strom. IV 8 p. 590. ὡμολόγηται δ’ ἡμῖν τὴν αὐτὴν φύσιν κατὰ γένος ἕκαστον τὴν αὐτὴν καὶ ἴσχειν ἀρετήν· οὐκ ἄλλην τοίνυν πρὸς τὴν ἀνθρωπότητα φύσιν ἔχειν ἡ γυνή, ἄλλην δὲ ὁ ἀνὴρ φαίνεται, ἀλλὰ τὴν αὐτήν· ὥστε καὶ τὴν ἀρετήν. idem p. 592. φιλοσοφητέον οὖν καὶ ταῖς γυναιξίν, ἐμφερῶς τοῖς ἀνδράσιν etc.