Ancient Greek
Fragment 110
Chrysippus, Fragmenta Moralia 110
Not analysed yet
Clem. Al. Strom. VI 12 p. 789 Port. αὐτίκα ὁ μὲν κακὸς φύσει ἁμαρτητικὸς διὰ κακίαν γενόμενος φαῦλος καθέστηκεν, ἔχων ἣν ἑκὼν εἵλετο· ἁμαρτητικὸς δὲ ὢν καὶ κατὰ ⟨τὰς⟩ πράξεις διαμαρτάνει· ἔμπαλιν δὲ ὁ σπουδαῖος κατορθοῖ. Διὸ οὐ μόνον τὰς ἀρετὰς ἀλλὰ καὶ τὰς πράξεις τὰς καλὰς ἀγαθὰ καλοῦμεν· τῶν δὲ ἀγαθῶν ἴσμεν τὰ μὲν αὐτὰ δι’ αὑτὰ αἱρετά, ὡς τὴν γνῶσιν· οὐ γὰρ ἄλλο τι ἐξ αὐτῆς θηρῶμεν, ἐπειδὰν παρῇ ἢ μόνον τὸ παρεῖναι αὐτήν --τὰ δὲ δι’ ἕτερα etc.