Ancient Greek · ~3 min
Fragment 111
Chrysippus, Fragmenta Moralia 111
Not analysed yet
Stobaeus ecl. II p. 73, 1. ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι ἐν κινήσει, τὰ δὲ ἐν σχέσει, ἐν κινήσει μὲν τὰ τοιαῦτα, χαράν, εὐφροσύνην, σώφρονα ὁμιλίαν· ἐν σχέσει δὲ τὰ τοιαῦτα, εὔτακτον ἡσυχίαν, μονὴν ἀτάραχον, προσοχὴν ἔπανδρον. τῶν δὲ ἐν σχέσει τὰς μὲν καὶ ἐν ἕξει εἶναι, οἷον τὰς ἀρετάς· τὰ δ’ ἐν σχέσει μόνον, ὡς τὰ ῥηθέντα. ἐν ἕξει δὲ οὐ μόνας εἶναι τὰς ἀρετάς, ἀλλὰ καὶ τὰς τέχνας τὰς ἐν τῷ σπουδαίῳ ἀνδρὶ ἀλλοιωθείσας ὑπὸ τῆς ἀρετῆς καὶ γενομένας ἀμεταπτώτους· οἱονεὶ γὰρ ἀρετὰς γίνεσθαι. φασὶ δὲ καὶ τῶν ἐν ἕξει ἀγαθῶν εἶναι καὶ τὰ ἐπιτηδεύματα καλούμενα, οἷον φιλομουσίαν, φιλογραμματίαν, φιλογεωμετρίαν καὶ τὰ παραπλήσια. εἶναι γὰρ ὁδόν τινα ἐκλεκτικὴν τῶν ἐν ταύταις ταῖς τέχναις οἰκείων πρὸς ἀρετήν, ἀναφέρουσαν αὐτὰ ἐπὶ τὸ τοῦ βίου τέλος.