Ancient Greek
Fragment 131
Chrysippus, Fragmenta Moralia 131
Not analysed yet
Stobaeus ecl. p. 75, 1 W. Διαφέρειν δὲ λέγουσιν αἱρετὸν καὶ ληπτόν. Αἱρετὸν μὲν γὰρ εἶναι τὸ ὁρμῆς αὐτοτελοῦς κινητικόν, ⟨ληπτὸν δὲ ὃ εὐλογίστως ἐκλεγόμεθα⟩. Ὅσῳ δὲ διαφέρει τὸ αἱρετὸν τοῦ ληπτοῦ, τοσούτῳ καὶ τὸ ⟨καθ’⟩ αὕθ’ αἱρετὸν τοῦ καθ’ αὑτὸ ληπτοῦ, καὶ καθόλου τὸ ἀγαθὸν τοῦ ἀξίαν ἔχοντος.