Ancient Greek
Fragment 133
Chrysippus, Fragmenta Moralia 133
Not analysed yet
Stobaeus ecl. II 80, 14 W. Ἔτι δὲ τῶν ἀδιαφόρων τὰ μὲν πλείω ἀξίαν ἔχειν, τὰ δ’ ἐλάττω· καὶ τὰ μὲν καθ’ αὑτά, τὰ δὲ ποιητικά· καὶ τὰ μὲν προηγμένα, τὰ δ’ ἀποπροηγμένα, τὰ δ’ οὐδετέρως ἔχοντα. Προηγμένα μέν, ὅσα ἀδιάφορα ὄντα πολλὴν ἔχει ἀξίαν, ὡς ἐν ἀδιαφόροις· ἀποπροηγμένα δέ, ὅσα πολλὴν ἔχει ἀπαξίαν ὁμοίως· οὔτε δὲ προηγμένα οὔτε ἀποπροηγμένα, ὅσα μήτε πολλὴν ἔχει ⟨ἀξίαν μήτε⟩ ἀπαξίαν.