Ancient Greek
Fragment 137
Chrysippus, Fragmenta Moralia 137
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 30 p. 1048a. Ἐν δὲ τῷ πρώτῳ περὶ Ἀγαθῶν τρόπον τινὰ συγχωρεῖ καὶ δίδωσι τοῖς βουλομένοις τὰ προηγμένα καλεῖν ἀγαθά, καὶ κακὰ τἀναντία, ταύταις ταῖς λέξεσιν· Εἴ τις βούλεται κατὰ τὰς τοιαύτας παραλλαγὰς τὸ μὲν ἀγαθὸν αὐτῶν λέγειν (sc. τῶν ἀδιαφόρων), τὸ δὲ κακόν, ἐπὶ ταῦτα φερόμενος τὰ πράγματα καὶ μὴ ἄλλως ἀποπλανώμενος *ἐν μὲν τοῖς σημαινομένοις οὐ διαπίπτοντος αὐτοῦ, τὰ δ’ ἄλλα στοχαζομένου τῆς κατὰ τὰς ὀνομασίας συνηθείας.