Ancient Greek · ~2 min
Fragment 138
Chrysippus, Fragmenta Moralia 138
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 30 p. 1047e (Antecedit Zenonis de προηγμένῳ sententia). Ἀλλ’ ὁ Χρύσιππος ἔτι μᾶλλον τὸ πρᾶγμα δυσδιάθετον πεποίηκεν· ὁτὲ μὲν γάρ φησι μαίνεσθαι τοὺς τὸν πλοῦτον καὶ τὴν ὑγίειαν καὶ τὴν ἀπονίαν καὶ τὴν ὁλοκληρίαν τοῦ σώματος ἐν μηδενὶ ποιουμένους, μηδ’ ἀντεχομένους τῶν τοιούτων ὁτὲ δὲ παραθέμενος τὰ τοῦ Ἡσιόδου (Op. et D. 299) Ἐργάζευ, Πέρση, δῖον γένος ἐπιπεφώνηκεν ὅτι τἀναντία παραινεῖν μανικόν ἐστι, τὸ Μὴ ἐργάζευ, Πέρση, δῖον γένος.