Ancient Greek
Fragment 139
Chrysippus, Fragmenta Moralia 139
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 17 p. 1041e. Ἐν δὲ τῷ πρώτῳ (scil. τῶν Προτρεπτικῶν) τοῦτον τὸν λόγον φησὶν ἀπὸ τῶν ἄλλων ἁπάντων ἀφέλκειν τὸν ἄνθρωπον, ὡς οὐδὲν ὄντων πρὸς ἡμᾶς οὐδὲ συνεργούντων πρὸς εὐδαιμονίαν οὐδέν. Plutarchus de Stoic. repugn. cp. 30 p. 1048a. Οὕτω δὲ τὸ προηγμένον τῷ ἀγαθῷ συναγαγὼν ἐγγὺς ἐνταῦθα καὶ συμμίξας ἐν ἑτέροις πάλιν οὐδὲν εἶναί φησι τούτων καθόλου πρὸς ἡμᾶς, ἀλλ’ ἀποσπᾶν τὸν λόγον ἡμᾶς καὶ ἀποστρέφειν ἁπάντων τῶν τοιούτων. ταῦτα γὰρ ἐν τῷ πρώτῳ περὶ τοῦ Προτρέπεσθαι γέγραφεν. Plutarchus de comm. not. cp. 5 p. 1060E. Εἰ δὲ ὡς Χρύσιππος ἐν τῷ πρώτῳ περὶ τοῦ Προτρέπεσθαι γέγραφεν, ἐν τῷ κατ’ ἀρετὴν βιοῦν μόνον ἐστὶ τὸ εὐδαιμόνως, τῶν ἄλλων, φησίν, οὐδὲν ὄντων πρὸς ἡμᾶς οὐδ’ εἰς τοῦτο συνεργούντων etc.