Ancient Greek
Fragment 145
Chrysippus, Fragmenta Moralia 145
Not analysed yet
Alexander Aphrod. de anima libri mant. p. 167, 13 Bruns. ἔτι τὰ οἰκεῖα ⟨καὶ⟩ προηγμένα καὶ εὔχρηστα καὶ ἀξίαν ἔχοντα πρὸς τί ποτε ταύτας ἔχει τὰς ὀνομασίας, εἰ μηδὲν συνεργεῖ πρὸς εὐδαιμονίαν; πᾶν γὰρ τὸ προηγμένον πρός τι προῆκται καὶ τῷ φορὸν εἶναι πρὸς τὸ προκείμενον μᾶλλον ἄλλου, διὰ τοῦτο λέγεται καὶ προῆχθαι πρὸς τὸ τέλος καὶ ἡ προαγωγὴ αὐτῶν δῆλον ὡς συνεργεῖ πρὸς εὐδαιμονίαν. εἰ δὲ μὴ πρὸς τοῦτο συνεργεῖ, πρὸς δὲ τὸν κατὰ φύσιν βίον, ἄξιον ἐρέσθαι περὶ τοῦ κατὰ φύσιν αὐτοὺς βίου, πότερον οὗτος ἀγαθόν ἐστιν, ἢ οὐκ ἀγαθὸν μέν, οἰκεῖον δὲ καὶ αὐτὸ καὶ προηγμένον, ἢ ἀλλότριον καὶ ἀποπροηγμένον, ἢ ἀῤῥεπὲς ὅλως. παρὰ γὰρ ταῦτα οὐδὲν οἷόν τε ἀποκρίνασθαι. οὐ γὰρ δὴ κακόν γε ἐροῦσιν αὐτόν. εἰ μὲν οὖν ἀγαθὸν --οὐ μόνον ἔσται τὸ καλὸν ἀγαθόν· καὶ γὰρ ὁ κατὰ φύσιν βίος.