Ancient Greek
Fragment 146
Chrysippus, Fragmenta Moralia 146
Not analysed yet
Plutarchus de comm. not. cp. 4 p. 1060 c. Stoicos dicit: τοὺς τὰ κατὰ φύσιν ἀδιάφορα νομίζοντας καὶ μήθ’ ὑγίειαν μήτ’ εὐεξίαν μήτε κάλλος μήτ’ ἰσχὺν ἡγουμένους αἱρετὰ μηδ’ ὠφέλιμα μηδὲ λυσιτελῆ μηδὲ συμπληρωτικὰ τῆς κατὰ φύσιν τελειότητος· μήτε τἀναντία φευκτὰ καὶ βλαβερά, πηρώσεις ἀλγηδόνας αἴσχη νόσους· ὧν αὐτοὶ λέγουσι πρὸς ἃ μὲν ἀλλοτριοῦν πρὸς ἃ δ’ οἰκειοῦν ἡμᾶς τὴν φύσιν --καὶ ὃ μεῖζόν ἐστιν, οἰκειοῦν ἐπὶ τοσοῦτο καὶ ἀλλοτριοῦν, ὥστε τῶν μὲν μὴ τυγχάνοντας τοῖς δὲ περιπίπτοντας εὐλόγως ἐξάγειν τοῦ ζῆν ἑαυτοὺς καὶ τὸν βίον ἀπολέγεσθαι.