Ancient Greek
Fragment 17
Chrysippus, Fragmenta Moralia 17
Not analysed yet
Michaël in Eth. Nicom. (Comm. graec. Vol. XX) ed. Heylb. p. 598, 20. ὅτι κατὰ μὲν τὰς τῶν ἄλλων φιλοσόφων, Ἐπικουρείων τε καὶ τῶν ὕστερον Στωϊκῶν περὶ εὐδαιμονίας ὑπολήψεις δύναταί τις εὐδαιμονίαν μεταδιδόναι καὶ τοῖς ἀλόγοις ζῴοις --διὰ τούτων ἄν τις παραστήσειεν. --εἰ τὸ κατὰ φύσιν διάγειν κατὰ τοὺς Στωϊκοὺς εὖ ζῆν ἐστι, τὸ δὲ εὖ ζῆν καὶ κατ’ αὐτοὺς καὶ κατ’ Ἐπίκουρον εὐδαιμονεῖν ἐστι, τὸ κατὰ φύσιν ἄρα διάγειν εὐδαιμονεῖν ἐστιν. ἀλλὰ μὴν ὑπάρχει τοῖς ἀλόγοις ζῴοις τὸ κατὰ φύσιν διάγειν ἀπὸ γενέσεως μέχρι τῆς ἀκμῆς· εὐδαιμονεῖν ἔστι ἄρα τὰ ἄλογα ζῷα. p. 599, 6. πάλιν εἰ τὸ εὐδαιμονεῖν ἐστι κατὰ τοὺς Στωϊκοὺς τὸ ἔσχατον τῆς φυσικῆς ὀρέξεως, ἐφ’ ὃ ἐλθοῦσα ἡ φύσις τὸ οὗ ἕνεκα καὶ τὸ τέλος ἔχει, οὗ τυχοῦσα πλέον οὐθὲν ἐπιποθεῖ πλὴν τοῦ κατέχειν αὐτὸ τὸ οἰκεῖον ἀγαθὸν αὐτῇ καὶ μὴ ἀπολλύναι, τοῦτο δὲ ὑπάρχει καὶ τοῖς ἀλόγοις, μετέχει ἄρα καὶ τὰ ἄλογα ζῷα εὐδαιμονίας.