Ancient Greek
Fragment 194
Chrysippus, Fragmenta Moralia 194
Not analysed yet
Alexander Aphrod. de anima libri mant. p. 163, 32 Bruns. ἔτι εἰ ὑπὸ ἐκλογὴν πίπτει ταῦτα τῇ ἀρετῇ κατ’ αὐτοὺς καὶ ἡ φύσις τῆς τούτων ἐκλογῆς ἕνεκεν, οἰκείων ὄντων ἡμῖν, τὴν ἀρετὴν παραλαμβάνει, τῶν δὲ τούτοις ἀντικειμένων ἀποικονομίας, ἆρα ἐκλέγεσθαι μὲν δεῖ τὰ σωματικὰ καὶ ἐκτὸς ἀγαθά, οὐχὶ δὲ καὶ ἐπιμελεῖσθαι αὐτῶν; Cf. p. 164, 32. τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς καὶ αὐτοί φασιν τῆς ἀρετῆς ἕνεκα εἶναι, ὅπως ἐκλέγηται αὐτὰ καὶ περιποιῆται.