Ancient Greek
Fragment 195
Chrysippus, Fragmenta Moralia 195
Not analysed yet
Plutarchus de comm. not. cp. 26 p. 1071a. εἰ γὰρ αὐτὰ μὲν τὰ πρῶτα κατὰ φύσιν ἀγαθὰ μή ἐστιν, ἡ δ’ εὐλόγιστος ἐκλογὴ καὶ λῆψις αὐτῶν καὶ τὸ πάντα τὰ παρ’ ἑαυτὸν ποιεῖν ἕκαστον ἕνεκα τοῦ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν, ἐπ’ ἐκεῖνο δεῖ πάντα ἔχειν τὰ πραττόμενα τὴν ἀναφοράν, τὸ τυγχάνειν τῶν πρώτων κατὰ φύσιν· οὐ γὰρ οἷόν τε μὴ στοχαζομένους μηδ’ ἐφιεμένους τοῦ τυχεῖν ἐκείνων τὸ τέλος ἔχειν, ἄλλο ⟨ὂν⟩ τῶν ἐφ’ ἃ δεῖ ἐκεῖνα ἀναφέρεσθαι, τὴν τούτων ἐκλογὴν καὶ μὴ ταῦτα· τέλος μὲν γὰρ τὸ ἐκλέγεσθαι καὶ λαμβάνειν ἐκεῖνα φρονίμως· ἐκεῖνα δ’ αὐτὰ καὶ τὸ τυγχάνειν αὐτῶν οὐ τέλος, ἀλλ’ ὥσπερ ὕλη τις ὑπόκειται τὴν ἐκλεκτικὴν ἀξίαν ἔχουσα· τοῦτο γὰρ οἶμαι καὶ τοὔνομα λέγειν καὶ γράφειν αὐτούς, ἐνδεικνυμένους τὴν διαφοράν.