Ancient Greek
Fragment 209
Chrysippus, Fragmenta Moralia 209
Not analysed yet
Philo quod det. potiori insidiari soleat §72 Vol. I p. 274, 30 Wendl. Ἀποκναίουσι γοῦν ἡμῶν τὰ ὦτα (scil. οἱ σοφισταὶ) τὴν δικαιοσύνην κοινωνικόν, τὴν σωφροσύνην συμφέρον, τὴν ἐγκράτειαν ἀστεῖον, τὴν εὐσέβειαν ὠφελιμώτατον, τὴν ἄλλην ἀρετὴν ὑγιεινότατόν τε καὶ σωτήριον ἀποφαίνοντες· καὶ πάλιν τὴν ἀδικίαν ἄσπονδον, τὴν ἀκολασίαν νοσερόν, τὴν ἀσέβειαν ἔκθεσμον, τὴν ἄλλην κακίαν βλαβερώτατον διεξιόντες.