Ancient Greek
Fragment 210
Chrysippus, Fragmenta Moralia 210
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 26 p. 1046c. ἐν πολλοῖς πάλιν εἴρηκεν, ὡς οὐδ’ ⟨ἂν⟩ τὸν δάκτυλον καθήκοι προτεῖναι χάριν ἀμεριαίας φρονήσεως, καθάπερ ἀστραπῆς διερχομένης. Ἀρκέσει δὲ παραθεῖναι τὰ ἐν τῷ ἕκτῳ τῶν Ἠθικῶν Ζητημάτων ὑπ’ αὐτοῦ γεγραμμένα περὶ τούτων· ὑπειπὼν γὰρ ὡς οὔτε πᾶν ἀγαθὸν ἐπίσης εἰς χαρὰν πίπτει, οὔτε πᾶν κατόρθωμα εἰς σεμνολογίαν, ἐπενήνοχε ταῦτα· Καὶ γὰρ εἰ μόνον μέλλοι ἀμερῆ χρόνον ἢ τὸν ἔσχατον ἕξειν φρόνησιν, οὐδ’ ἂν τὸν δάκτυλον καθήκοι ἐκτεῖναι ἕνεκα τῆς οὕτω παρεσομένης φρονήσεως. Plutarchus de comm. not. cp. 8 p. 1062a. πάλιν οὐδὲν εἶναί φασιν ἀρετῆς ὄφελος ὀλιγοχρονίου· τί γάρ, ἂν μέλλοντι ναυαγεῖν εὐθὺς ἢ κατακρημνίζεσθαι φρόνησις ἐπιγένηται; τί δ’ ἂν ὁ Λίχας, ὑπὸ τοῦ Ἡρακλέους ἀποσφενδονώμενος, εἰς ἀρετὴν ἐκ κακίας μεταβάλῃ;