Ancient Greek
Fragment 267
Chrysippus, Fragmenta Moralia 267
Not analysed yet
Andronicus περὶ παθῶν p. 20, 21 Schuchardt. εὐβουλία μὲν οὖν ἐστιν ἐπιστήμη συμφερόντων. ἀγχίνοια δὲ ἕξις ἐξ ὑπογύου τὸ καθῆκον εὑρίσκουσα. -πρόνοια δὲ ἕξις ὁδοποιεῖσθαι δυναμένη εἰς τὸ μέλλον, ὡς ἂν πράττηται ὡς χρή. --βασιλικὴ δὲ ἐμπειρία τοῦ ἄρχειν πλήθους ἀνυπευθύνως. στρατηγικὴ δὲ ἕξις θεωρητικὴ καὶ πρακτικὴ τῶν στρατοπέδῳ συμφερόντων. --πολιτικὴ δὲ ἕξις θεωρητικὴ ⟨καὶ πρακτικὴ⟩ τῶν πόλει συμφερόντων. οἰκονομικὴ δὲ ἕξις θεωρητικὴ ⟨καὶ πρακτικὴ⟩ τῶν οἴκῳ συμφερόντων. --διαλεκτικὴ δὲ ἐπιστήμη τοῦ εὖ διαλέγεσθαι. ῥητορικὴ δὲ ἐπιστήμη τοῦ εὖ λέγειν. φυσικὴ δὲ ἐπιστήμη τῶν περὶ φύσιν.