Ancient Greek
Fragment 268
Chrysippus, Fragmenta Moralia 268
Not analysed yet
Andronicus περὶ παθῶν p. 27, 16 Schuchardt (ex cod. Par. 2131)κατὰ Χρύσιππον. Φρόνησίς ἐστιν ἐπιστήμη τοῦ ποῖα δεῖ ποιεῖν, ποῖα δ’ οὔ. Ἀφροσύνη δὲ ἡ ἄγνοια τῶν αὐτῶν καὶ ἄφρονες οἱ τούτων τι ἀγνοοῦντες καὶ περὶ ταῦτα διεψευσμένοι· ἔστι γὰρ ἀφροσύνη ἄγνοια τοῦ ποῖα δεῖ ποιεῖν, ποῖα δ’ οὔ. Ὑποτέτακται δὲ τῇ φρονήσει εὐβουλία, εὐλογιστία, ἀγχίνοια, νουνέχεια, εὐστοχία, εὐμηχανία. εὐλογιστία δέ ἐστιν ἐπιστήμη συγκεφαλαιωτικὴ τῶν γινομένων καὶ ἀποτελουμένων. ἀγχίνοιά ἐστιν ἐπιστήμη εὑρετικὴ τοῦ καθήκοντος ἐκ τοῦπαραχρῆμα. νουνέχειά ἐστιν ἐπιστήμη χειρόνων καὶ βελτιόνων. εὐστοχία ἐστὶν ἐπιστήμη ἐπιτευκτικὴ τοῦ ἐν ἑκάστῳ σκοποῦ. εὐμηχανία ἐστὶν ἐπιστήμη εὑρετικὴ διεξόδου πραγμάτων.