Ancient Greek
Fragment 272
Chrysippus, Fragmenta Moralia 272
Not analysed yet
Andronicus περὶ παθῶν p. 23, 17 Schuchardt. αὐστηρία μὲν οὖν ἐστιν ἕξις καθ’ ἣν οὔτε προσφέρουσιν ἄλλοις τὴν περὶ ἡδονῶν ὁμιλίαν οὔτε παρ’ ἄλλων προσδέχονται. --ἐγκράτεια δὲ ἕξις ἀήττητος ὑφ’ ἡδονῶν. εὐτέλεια δὲ ἕξις ἀνυπέραρτος ἐν δαπάναις καὶ παρασκευαῖς. λιτότης δὲ ἕξις ἀρκουμένη τοῖς παροῦσιν. κοσμιότης δὲ ἐπιστήμη περὶ τὸ πρέπον ἐν κινήσει καὶ σχέσει. εὐταξία δὲ ἐμπειρία καταχωρισμοῦ πράξεων ἢ περὶ τὰς πράξεις ἔχουσα τὸ βέβαιον ἢ τοὺς καταχωρισμοὺς τῶν πράξεων. αὐτάρκεια δὲ ἕξις ἀρκουμένη οἷς δεῖ καὶ δι’ αὑτῆς ποριστικὴ τῶν πρὸς τὸ ζῆν καθηκόντων.