Ancient Greek
Fragment 273
Chrysippus, Fragmenta Moralia 273
Not analysed yet
Andronicus περὶ παθῶν p. 25, 9 Schuchardt. ἐλευθεριότης μὲν οὖν ἐστιν ἕξις ἐν προέσει καὶ λήψει ὁμολογουμένως ἀναστρεφομένους παρεχομένη. χρηστότης δὲ ἕξις ἑκουσίως εὐποιητική. δικαστικὴ δὲ ἐπιστήμη κρίσεων καὶ κολάσεων καὶ ἀδικημάτων. εὐγνωμοσύνη δὲ ἑκούσιος δικαιοσύνη. εὐσέβεια δὲ ἐπιστήμη θεῶν θεραπείας. εὐχαριστία δὲ ἐπιστήμη τοῦ τίσι καὶ πότε παρεκτέον χάριν καὶ πῶς καὶ παρὰ τίνων ληπτέον. ὁσιότης δὲ ἐπιστήμη παρεχομένη πιστοὺς καὶ τηροῦντας τὰ πρὸς τὸ θεῖον δίκαια. --εὐσυναλλαξία δὲ ἕξις ἐν συναλλαγαῖς φυλάττουσα τὸ δίκαιον. νομοθετικὴ δὲ ἐπιστήμη διαταγμάτων πολιτικῶν πρὸς κοινωνίαν ἀναφερομένων.