Ancient Greek
Fragment 275
Chrysippus, Fragmenta Moralia 275
Not analysed yet
Clemens Al. Strom. II p. 470 Pott. ἐπεὶ δ’ οὖν τὴν μὲν ἀνδρείαν ὁρίζονται ἐπιστήμην δεινῶν καὶ οὐ δεινῶν καὶ τῶν μεταξύ· τὴν δὲ σωφροσύνην ἕξιν εἶναι αἱρέσει καὶ φυγῇ σώζουσαν τὰ τῆς φρονήσεως κρίματα· παράκειται τῇ μὲν ἀνδρείᾳ ἥ τε ὑπομονή, ἣν καρτερίαν καλοῦσιν, ἐπιστήμην ἐμμενετέων καὶ οὐκ ἐμμενετέων· ἥ τε μεγαλοψυχία ἐπιστήμη τῶν συμβαινόντων ὑπεραίρουσα· ἀλλὰ καὶ τῇ σωφροσύνῃ ἡ εὐλάβεια ἔκκλισις οὖσα σὺν λόγῳ. paulo post dicit: ὅτι ὁ μίαν ἔχων ἀρετὴν -πάσας ἔχει διὰ τὴν ἀντακολουθίαν. Αὐτίκα ἡ ἐγκράτεια διάθεσίς ἐστιν ἀνυπέρβατος τῶν κατὰ τὸν ὀρθὸν λόγον φανέντων· ἐγκρατεύεται δὲ ὁ κατέχων τὰς παρὰ τὸν ὀρθὸν λόγον ὁρμάς· ἤ ὁ κατέχων αὑτὸν ὥστε μὴ ὁρμᾶν παρὰ τὸν ὀρθὸν λόγον.