Ancient Greek · ~3 min
Fragment 276
Chrysippus, Fragmenta Moralia 276
Not analysed yet
Clemens Al. Paedag. II p. 247 Pott. ἱκανότης δὲ ἕξις ἐστὶν ἐξικνουμένη πρὸς τὸ οἰκεῖον πέρας ἀνελλιπῶς καὶ ἀπερίττως. ἡ αὐτάρκεια --ἕξις ἐστὶν ἀρκουμένη οἷς δεῖ καὶ δι’ αὑτῆς ποριστικὴ τῶν πρὸς τὸν μακάριον συντελούντων βίον. idem III p. 286 Pott. ἡ μὲν καθαριότης ἕξις ἐστὶν παρασκευαστικὴ διαίτης καθαρᾶς καὶ ἀμιγοῦς αἰσχροῖς· ἡ δὲ ἀφέλεια ἕξις ἀφαιρετικὴ τῶν περιττῶν. p. 287. εὐκολία δέ ἐστιν ἕξις ἀπέριττος, προσδεκτικὴ πρὸς τὸ ἀνελλιπὲς ἐξαρκούντων εἰς τὸν κατὰ λόγον τὸν ὑγιῆ καὶ μακάριον βίον. p. 303. εὐταξία ἐστί --δύναμις τεταγμένη βεβαία τῶν ἑξῆς ἀλλήλοις κειμένων ἐν ἔργῳ καλῶς ἀποδοτική, κατ’ ἀρετὴν ἀνυπέρβλητος.