Ancient Greek
Fragment 292
Chrysippus, Fragmenta Moralia 292
Not analysed yet
Clemens Al. Strom. II p. 450 Pot. ἀγάπη δὲ ὁμόνοια ἂν εἴη τῶν κατὰ τὸν λόγον καὶ τὸν βίον καὶ τὸν τρόπον· ἢ συνελόντι φάναι κοινωνία βίου· ἢ ἐκτένεια φιλίας καὶ φιλοστοργίας μετὰ λόγου ὀρθοῦ περὶ χρῆσιν ἑταίρων. paullo post: παράκειται δὲ τῇ ἀγάπῃ ἥ τε φιλοξενία, φιλοτεχνία τις οὖσα περὶ χρῆσιν ξένων. p. 451. ἥ τε φιλανθρωπία --φιλικὴ χρῆσις ἀνθρώπων ὑπάρχουσα. ἥ τε φιλοστοργία φιλοτεχνία τις οὖσα περὶ στέρξιν φίλων ἢ οἰκείων. στέρξις δ’ αὖ τήρησίς ἐστιν εὐνοίας ἢ ἀγαπήσεως· ἀγάπησις δὲ ἀπόδεξις παντελής --δι’ ὁμόνοιαν, ἐπιστήμην οὖσαν κοινῶν ἀγαθῶν.