Ancient Greek
Fragment 293
Chrysippus, Fragmenta Moralia 293
Not analysed yet
Clemens Al. Paedag. I 13 p. 159 Pott. hasce Stoicorum definitiones prodit: ἡ ἀρετὴ -διάθεσίς ἐστι ψυχῆς σύμφωνος ὑπὸ τοῦ λόγου περὶ ὅλον τὸν βίον. τὴν φιλοσοφίαν ἐπιτήδευσιν λόγου ὀρθότητος ἀποδιδόασιν. p. 160. καὶ ἔστιν ἡ μὲν πρᾶξις ⟨ἡ σπουδαία⟩ ψυχῆς ἐνέργεια λογικῆς κατὰ κρίσιν ἀστείαν [καὶ ὄρεξιν ἀληθείας], διὰ τοῦ συμφυοῦς καὶ συναγωνιστοῦ σώματος ἐκτελουμένη. καθῆκον δὲ ἀκόλουθον ἐν τῷ βίῳ. καὶ γὰρ ὁ βίος ⟨ὁ σπουδαῖος⟩ σύστημά τί ἐστι λογικῶν πράξεων, τουτέστι τῶν ὑπὸ τοῦ λόγου διδασκομένων ἀδιάπτωτος ἐνέργεια.