Ancient Greek
Fragment 357
Chrysippus, Fragmenta Moralia 357
Not analysed yet
Philo quod omnis probus liber Vol. II p. 450, 23 Mang. ὅτι δ’ οὐχ αἱ ὑπηρεσίαι μηνύματ’ εἰσὶ δουλείας, ἐναργεστάτη πίστις οἱ πόλεμοι· τοὺς γὰρ στρατευομένους ἰδεῖν ἔστιν αὐτουργοὺς ἅπαντας, οὐ μόνον τὰς πανοπλίας κομίζοντας, ἀλλὰ καὶ ὅσα πρὸς τὴν ἀναγκαίαν χρῆσιν ὑποζυγίων τρόπον ἐπηχθισμένους, ἅτ’ ἐφ’ ὑδρείαν ἐξιόντας καὶ φρυγανισμὸν καὶ χιλὸν κτήνεσι. ——ἔστι δέ τις καὶ κατ’ εἰρήνην πόλεμος τῶν ἐν τοῖς ὅπλοις οὐκ ἀποδέων, ὃν ἀδοξία καὶ πενία καὶ δεινὴ σπάνις τῶν ἀναγκαίων συγκροτοῦσιν· ὑφ’ οὗ βιασθέντες ἐγχειρεῖν καὶ τοῖς δουλοπρεπεστάτοις ἀναγκάζονται, σκάπτοντες, γεωπονοῦντες, βαναύσους ἐπιτηδεύοντες τέχνας, ὑπηρετοῦντες ἀόκνως ἕνεκα τοῦ παρατρέφεσθαι etc. p. 451, 2. καὶ πῶς πατρὸς μὲν ἢ μητρὸς ἐπιταγμάτων παῖδες ἀνέχονται, γνώριμοι δὲ ὧν ἂν ὑφηγηταὶ διακελεύωνται· δοῦλος γὰρ ἑκὼν οὐδείς. οἵ γε μὴν τοκέες οὐ τοσαύτην ὑπερβολὴν ἐπιδείξονταί ποτε μισοτεκνίας, ὥσθ’ ἃ μόνον ⟨οὐ⟩ σύμβολα δουλείας ἐστί, τὰς ὑπηρεσίας, ἀναγκάσαι ἂν παῖδας τοὺς ἑαυτῶν ὑπομένειν.