Ancient Greek · ~2 min
Fragment 358
Chrysippus, Fragmenta Moralia 358
Not analysed yet
Philo quod omnis probus liber Vol. II p. 451, 9 Mang. εἰ δέ τινας ὑπ’ ἀνδραποδοκαπήλων ἐπευωνιζομένους ἰδών τις οἴεται δούλους εὐθὺς εἶναι, πολὺ διαμαρτάνει τῆς ἀληθείας. οὐ γὰρ ἡ πρᾶσις κύριον ἀποφαίνει τὸν πριάμενον ἢ τὸν πραθέντα δοῦλον, ἐπεὶ καὶ πατέρες υἱῶν τιμὰς κατέθεσαν καὶ υἱοὶ πολλάκις πατέρων, ἢ κατὰ λῃστείας ἀπαχθέντων ἢ κατὰ πόλεμον αἰχμαλώτων γενομένων. ——ἤδη δέ τινες καὶ προσυπερβάλλοντες εἰς τοὐναντίον περιήγαγον τὸ πρᾶγμα. δεσπόται γενόμενοι τῶν πριαμένων ἀντὶ δούλων. ——