Ancient Greek
Fragment 372
Chrysippus, Fragmenta Moralia 372
Not analysed yet
Philo de mundi opificio §73 Vol. I p. 24, 21 Wendl. Τῶν ὄντων τὰ μὲν οὔτε ἀρετῆς οὔτε κακίας μετέχει, ὥσπερ φυτὰ καὶ ζῷα ἄλογα, τὰ μὲν ὅτι ἄψυχά τέ ἐστι καὶ ἀφαντάστῳ φύσει διοικεῖται, τὰ δὲ ὅτι νοῦν καὶ λόγον ἐκτέτμηται. Κακίας δὲ καὶ ἀρετῆς ὡς ἂν οἶκος νοῦς καὶ λόγος, ᾧ πεφύκασιν ἐνδιαιτᾶσθαι. Τὰ δὲ αὖ μόνης κεκοινώνηκεν ἀρετῆς, ἀμέτοχα πάσης ὄντα κακίας, ὥσπερ οἱ ἀστέρες. Οὗτοι γὰρ ζῷά τε εἶναι λέγονται καὶ ζῷα νοερά. ——Τὰ δὲ τῆς μικτῆς ἐστι φύσεως, ὥσπερ ἄνθρωπος, ὃς ἐπιδέχεται —ἀρετὴν καὶ κακίαν.