Ancient Greek
Fragment 390
Chrysippus, Fragmenta Moralia 390
Not analysed yet
Plutarchus de virtute morali cp. 10 p. 450c. ἐν δὲ τοῖς περὶ Ἀνομολογίας ὁ Χρύσιππος εἰπὼν ὅτι τυφλόν ἐστιν ἡ ὀργὴ καὶ πολλάκις μὲν οὐκ ἐᾷ ὁρᾶν τὰ ἐκφανῆ, πολλάκις δὲ τοῖς καταλαμβονομένοις ἐπιπροσθεῖ μικρὸν προελθὼν Τὰ γὰρ ἐπιγιγνόμενα, φησὶ πάθη ἐκκρούει τοὺς λογισμοὺς καὶ τὰ ὡς ἑτέρως φαινόμενα, βιαίως προωθοῦντα ἐπὶ τὰς ἐναντίας πράξεις. εἶτα χρῆται μάρτυρι τῷ Μενάνδρῳ λέγοντι (Kock Frg. Com. III p. 173) Οἴμοι τάλας ἔγωγε, ποῦ ποθ’ αἱ φρένες ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι τὸν χρόνον, ὅτ’ οὐ ταῦτ’, ἀλλ’ ἐκεῖν’ ᾑρούμεθα; καὶ πάλιν ὁ Χρύσιππος προελθὼν Τοῦ λογικοῦ (φησὶ) ζῴου φύσιν ἔχοντος προσχρῆσθαι εἰς ἕκαστα τῷ λόγῳ καὶ ὑπὸ τούτου κυβερνᾶσθαι, πολλάκις ἀποστρέφεσθαι αὐτὸν ἡμᾶς, ἄλλῃ βιαιοτέρᾳ φορᾷ χρωμένους.