Ancient Greek
Fragment 391
Chrysippus, Fragmenta Moralia 391
Not analysed yet
Andronicus περὶ παθῶν 1 (p. 11 Kreuttner). Πάθος ἐστὶν ἄλογος ψυχῆς κίνησις καὶ παρὰ φύσιν ἢ ὁρμὴ πλεονάζουσα. --τὰ δὲ γενικώτερα πάθη τέσσαρα· λύπη, φόβος, ἐπιθυμία, ἡδονή. λύπη μὲν οὖν ἐστιν ἄλογος συστολή. ἢ δόξα πρόσφατος κακοῦ παρουσίας, ἐφ’ ᾧ οἴονται δεῖν συστέλλεσθαι. φόβος δὲ ἄλογος ἔκκλισις· ἢ φυγὴ ἀπὸ προσδοκωμένου δεινοῦ. ἐπιθυμία δὲ ἄλογος ὄρεξις· ἢ δίωξις προσδοκωμένου ἀγαθοῦ. ἡδονὴ δὲ ἄλογος ἔταρσις· ἢ δόξα πρόσφατος ἀγαθοῦ παρουσίας, ἐφ’ᾧ οἴονται δεῖν ἐπαίρεσθαι.