Ancient Greek
Fragment 409
Chrysippus, Fragmenta Moralia 409
Not analysed yet
Andronicus περὶ παθῶν 3 (p. 15 Kreuttner). Φόβου εἴδη ιγ’. Ὄκνος μὲν οὖν ἐστι φόβος μελλούσης ἐνεργείας. Αἰσχύνη δὲ φόβος ἀδοξίας. Δεῖμα δὲ φόβος ὑφορωμένου. Δέος δὲ φόβος συνδέων. Ἔκπληξις δὲ φόβος ἕνεκα ἀσυνήθους φαντασίας δεινοῦ. Κατάπληξις δὲ φόβος ἐκ μείζονος φαντασίας. [Δειλία δὲ ἀποχώρησις ἀπὸ φαινομένου καθήκοντος διὰ φαντασίαν δεινοῦ.] Ψοφοδέεια δὲ φόβος κενός. Ἀγωνία δὲ φόβος διαπτώσεως· ἢ φόβος ἥττης· ἢ φόβος ἐμποιητικὸς τῶν ἐναντίων ἐλπίδων, περὶ ὧν ὄρεξιν σφοδρὰν ἔχομεν. Μέλλησις δὲ ὄκνος διεγνωκότος ποιεῖν. Ὀῤῥωδία δὲ φόβος ἐννοηθέντος. Θόρυβος δὲ φόβος μετὰ φωνῆς κατεπείγων. Δεισιδαι μονία δὲ φόβος τοῦ δαιμονίου. [ἢ ὑπερέκπτωσις τῆς πρὸς θεοὺς τιμῆς.]