Ancient Greek
Fragment 411
Chrysippus, Fragmenta Moralia 411
Not analysed yet
Clemens Al. Strom. II p. 446 Pott. ναί, φασίν, ἄλογος ἔκκλισις ὁ φόβος ἐστὶ καὶ πάθος. --ἀλλ’ εἰ σοφίζονται τὰ ὀνόματα εὐλάβειαν καλούντων οἱ φιλόσοφοι τὸν τοῦ νόμου φόβον, εὔλογον οὖσαν ἔκκλισιν. ὀνοματομάχους τούτους οὐκ ἀπὸ τρόπου ὁ Φασηλίτης ἐκάλει Κριτόλαος. p. 448 Pott. ἔστι μὲν οὖν ἡ μὲν ἔκπληξις φόβος ἐκ φαντασίας ἀσυνήθους ἢ ἐπ’ ἀπροσδοκήτῳ φαντασίᾳ **ἅτε καὶ ἀγγελίας· φόβος δὲ ὡς γεγονότι ἢ ὄντι ἢ θαυμασιότης ὑπερβάλλουσα. p. 450. ἡ γοῦν δεισιδαιμονία πάθος, φόβος δαιμόνων οὖσα.