Ancient Greek · ~2 min
Fragment 418
Chrysippus, Fragmenta Moralia 418
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 25 p. 1046 b. Ἐν δὲ τῷ δευτέρῳ περὶ Ἀγαθοῦ τὸν φθόνον ἐξηγησάμενος, ὅτι λύπη ἐστὶν ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς, ὡς δήποτε βουλομένων ταπεινοῦν τοὺς πλησίον, ὅπως ὑπερέχωσιν αὐτοί, συνάπτει τὰ τῆς ἐπιχαιρεκακίας· Ταύτῃ δὲ συνεχὴς ἡ ἐπιχαιρεκακία γίνεται, ταπεινοὺς βουλομένων εἶναι τοὺς πλησίον διὰ τὰς ὁμοίας αἰτίας· καθ’ ἑτέρας δὲ φυσικὰς φορὰς ἐκτρεπομένων ὁ ἔλεος γίνεται.