Ancient Greek
Fragment 420
Chrysippus, Fragmenta Moralia 420
Not analysed yet
Galenus in Hippocr. de humoribus lib. I Vol. XVI p. 174 K. εἰσὶ δὲ καὶ θυμὸς καὶ δυσθυμία τῆς ψυχῆς πάθη· διαφέρει δὲ ὁ θυμὸς καὶ ⟨ἡ⟩ ὁργὴ τῆς δυσθυμίας καὶ λύπης κατὰ τὰς ἐνεργείας· ἐν γὰρ τῇ ὀργῇ καὶ τῷ θυμῷ ἡ ἔμφυτος αὐτῇ θερμασία ἐκτείνεται. καὶ χολὴ τότε γίνεταί τε καὶ αὐξάνεται. ἐν δὲ τῇ λύπῃ καὶ δυσθυμίᾳ συναιρεῖται καὶ ὁ ψυχρός τε καὶ φλεγματικὸς χυμὸς ἔνθεν τὴν γένεσιν ἔχει.