Ancient Greek
Fragment 454
Chrysippus, Fragmenta Moralia 454
Not analysed yet
Origenes comment. in Matthaeum Vol. III p. 674 Delarue. εἴπερ τέλειός ἐστιν ὁ πάσας ἔχων τὰς ἀρετὰς καὶ μηκέτι ἀπὸ κακίας πράττων etc. πῶς ἂν καὶ ἀόργητος γένοιτ’ ἂν ἀθρόως, εἰ τύχοι εὐέμπτωτος ὢν εἰς ὀργήν; πῶς δὲ καὶ ἄλυπος καὶ κρείττων παντὸς οὑτινοσοῦν συμβῆναι δυναμένου, τὴν λύπην προκαλουμένου; πῶς δὲ καὶ ἔξω φόβου πάντη ἔσται τοῦ περὶ πόνων ἢ θανάτου ἢ τῶν ὅσα δύναται τὴν ἔτι ἀτελεστέραν ψυχὴν φοβῆσαι; τίνα δὲ τρόπον --ἐκτὸς ἔσται πάσης ἐπιθυμίας; --εἰ δὲ καὶ ἡ λεγομένη ἡδονή, ἄλογος οὖσα ἔπαρσις τῆς ψυχῆς, πάθος ἐστί, πῶς ἄν τις --ἀπαλλαγείη τοῦ ἀλόγως ἐπαίρεσθαι.