Ancient Greek
Fragment 505
Chrysippus, Fragmenta Moralia 505
Not analysed yet
Philo de sacrif. Abel et Cain §115 p. 249, 4 Wendl. λέγω δὲ ταῦτα οὐ περὶ τῶν ἀρετῶν, ἀλλὰ περὶ τῶν μέσων τεχνῶν καὶ ὧν ἄλλων ἀναγκαίων περί τε σώματος ἐπιμέλειαν καὶ τὴν τῶν ἐκτὸς περιουσίαν πραγματεύονται. ἐπεὶ ὅγε περὶ ἀγαθῶν καὶ καλῶν τελείων πόνος κἂν ὑστερίζῃ τοῦ τέλους ἱκανὸς ἐξ αὑτοῦ προσωφελῆσαι τοὺς χρωμένους, τὰ δ’ ὅσα ἐκτὸς ἀρετῆς ἐὰν μὴ προσγένηται τὸ πέρας ἀνωφελῆ πάντα.