Ancient Greek
Fragment 512
Chrysippus, Fragmenta Moralia 512
Not analysed yet
Philo Leg. Alleg. III §210 Vol. I p. 160, 2 Wendl. ἐπεὶ καὶ ὁ φαῦλος ἔνια δρᾷ τῶν καθηκόντων οὐκ ἀφ’ ἕξεως καθηκούσης· καὶ ὁ μεθύων μέντοι καὶ μεμηνὼς ἔστιν ὅτε νηφάλια φθέγγεταί τε καὶ ποιεῖ, ἀλλ’ οὐκ ἀπὸ νηφούσης διανοίας· καὶ οἱ ἔτι κομιδῇ νήπιοι παῖδες οὐκ ἀπὸ λογικῆς ἕξεως (οὔπω γὰρ αὐτοὺς ἡ φύσις λογικοὺς πεπαίδευκε) πολλὰ πράττουσι καὶ λέγουσι ὧν οἱ λογικοί. Βούλεται δὲ ὁ νομοθέτης τὸν σοφὸν μὴ σχετικῶς καὶ εὐαλώτως καὶ ὡς ἂν ἐκ τύχης εὐλόγιστον δοκεῖν εἶναι, ἀλλ’ ἀπὸ ἕξεως καὶ διαθέσεως εὐλογίστου.