Ancient Greek · ~3 min
Fragment 513
Chrysippus, Fragmenta Moralia 513
Not analysed yet
Philo de Cherubim §14 Vol. I p. 173, 12 Wendl. τὸ δέον πολλάκις δεόντως οὐκ ἐνεργεῖται καὶ τὸ μὴ καθῆκον ἔστιν ὅτε δρᾶται καθηκόντως. Οἷον ἡ μὲν τῆς παρακαταθήκης ἀπόδοσις, ὅταν μὴ ἀπὸ γνώμης ὑγιοῦς γίγνηται, ἀλλ’ ἢ ἐπὶ βλάβῃ τοῦ λαμβάνοντος ἢ ἐπ’ ἐνέδρᾳ τῆς περὶ μείζονα πίστιν ἀρνήσεως, καθῆκον ἔργον οὐ δεόντως ἐπιτελεῖται. Τὸ δὲ τῷ κάμνοντι μὴ ἀληθεῦσαι τὸν ἰατρόν, κενοῦν ἢ τέμνειν ἢ καίειν διεγνωκότα ἐπ’ ὠφελείᾳ τοῦ νοσοῦντος, ἵνα μὴ προλαβὼν τὰ δεινὰ φύγῃ τὴν θεραπείαν, ἢ ἐξασθενήσας ἀπείπῃ πρὸς αὐτήν· ἢ πρὸς τοὺς πολεμίους τὸν σοφὸν ψεύσασθαι ἐπὶ τῇ τῆς πατρίδος σωτηρίᾳ, δείσαντα μὴ ἐκ τοῦ ἀληθεῦσαι ῥωσθῇ τὰ τῶν ἀντιπάλων, οὐ καθῆκον ἔργον δεόντως ἐνεργεῖται.