Ancient Greek
Fragment 515
Chrysippus, Fragmenta Moralia 515
Not analysed yet
Clemens Al. Strom. VI 14 p. 796 Pott. ὥσπερ οὖν τὸ μὲν ἁπλῶς σῴζειν τῶν μέσων ἐστίν· τὸ δ’ ὀρθῶς καὶ δεόντως κατόρθωμα· οὕτως καὶ πᾶσα πρᾶξις γνωστικοῦ μὲν κατόρθωμα, τοῦ δὲ ἁπλῶς πιστοῦ μέση πρᾶξις λέγοιτ’ ἄν, μηδέπω κατὰ λόγον ἐπιτελουμένη μηδὲ μὴν κατ’ ἐπίστασιν κατορθουμένη· παντὸς δὲ ἔμπαλιν τοῦ ἐθνικοῦ ἁμαρτητική· οὐ γὰρ ἁπλῶς τὸ εὖ πράττειν ἀλλὰ τὸ πρός τινα σκοπὸν τὰς πράξεις ποιεῖσθαι καὶ ⟨κατὰ⟩ λόγον ἐνεργεῖν καθῆκον αἱ γραφαὶ παριστᾶσιν.