Ancient Greek
Fragment 516
Chrysippus, Fragmenta Moralia 516
Not analysed yet
Sextus adv. math. XI 200 (Sextus probaverat ὅτι ἡ φρόνησις οὐκ ἔστι τέχνη τις περὶ τὸν βίον, ἧς ἴδιον οὐδὲν τεχνικόν ἐστιν ἔργον). Ἀλλὰ πρὸς τοῦθ’ ὑπαντῶντές φασι πάντα μὲν κοινὰ εἶναι καὶ πάντων τὰ ἔργα, διορίζεσθαι δὲ τῷ ἀπὸ τεχνικῆς διαθέσεως ἢ ἀπὸ ἀτέχνου γίγνεσθαι. Οὐ γὰρ τὸ ἐπιμελεῖσθαι γονέων καὶ ἄλλως τιμᾶν γονεῖς τοῦ σπουδαίου ἐστὶν ἔργον, ἀλλὰ σπουδαίου τὸ ἀπὸ φρονήσεως τοῦτο ποιεῖν· καὶ ὡς τὸ μὲν ὑγιάζειν κοινόν ἐστι τοῦ τε ἰατροῦ καὶ ἰδιώτου, τὸ δὲ ἰατρικῶς ὑγιάζειν τοῦ τεχνίτου ἴδιον, ὧδε καὶ τὸ μὲν τιμᾶν τοὺς γονεῖς κοινὸν τοῦ τε σπουδαίου καὶ μὴ σπουδαίου, τὸ δὲ ἀπὸ φρονήσεως τιμᾶν τοὺς γονεῖς ἴδιον τοῦ σοφοῦ, ὥστε καὶ τέχνην αὐτὸν ἔχειν περὶ τὸν βίον, ἧς ἴδιόν ἐστιν ἔργον τὸ ἕκαστον τῶν πραττομένων ἀπὸ ἀρίστης διαθέσεως πράττειν. Cf. ibid. 207. Ἄλλοι δέ εἰσιν οἱ τῷ διομαλισμῷ καὶ τάξει ταῦτα διορίζεσθαι νομίζοντες. Καθὰ γὰρ ἐπὶ τῶν μέσων τεχνῶν ἴδιόν ἐστι τοῦ τεχνίτου τό τε τεταγμένως τι ποιεῖν καὶ τὸ ἐν τοῖς ἀποτελέσμασι διομαλίζειν (ποιήσαι γὰρ ἄν ποτε καὶ ἰδιώτης τὸ τεχνικὸν ἔργον, ἀλλὰ σπανίως καὶ οὐ πάντοτε, οὐδὲ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως) ὧδε καὶ τοῦ μὲν φρονίμου φασὶν ἔργον εἶναι τὸ ἐν τοῖς κατορθώμασι διομαλίζειν, τοῦ δὲ ἄφρονος τοὐναντίον.