Ancient Greek
Fragment 541
Chrysippus, Fragmenta Moralia 541
Not analysed yet
Philo de agricultura §160 Vol. II p. 127, 23 Wendl. Οἱ δὲ μὴ τούτων (scil. μελέτης συνεχοῦς καὶ γυμνασμάτων) τυγχάνοντες παρὰ τοῖς φιλοσόφοις διαλεληθότες λέγονται εἶναι σοφοί. Τοὺς γὰρ ἄχρι σοφίας ἄκρας ἐληλακότας καὶ τῶν ὅρων αὐτῆς ἄρτι πρῶτον ἁψαμένους, ἀμήχανον εἰδέναι φασὶ τὴν ἑαυτῶν τελείωσιν. Μὴ γὰρ κατὰ τὸν αὐτὸν χρόνον ἄμφω συνίστασθαι, τήν τε πρὸς τὸ πέρας ἄφιξιν καὶ τὴν τῆς ἀφίξεως κατάληψιν· ἀλλ’ εἶναι μεθόριον ἄγνοιαν, οὐ τὴν μακρὰν ἀπεληλαμένην ἐπιστήμης, ἀλλὰ τὴν ἐγγὺς καὶ ἀγχίθυρον αὐτῇ.