Ancient Greek
Fragment 542
Chrysippus, Fragmenta Moralia 542
Not analysed yet
Plutarchus de comm. not. cp. 8 p. 1061f. ἔτι παρὰ τὴν ἔννοιάν ἐστιν ἀγαθῶν μὲν εἶναι μέγιστον τὸ ἀμετάπτωτον ἐν ταῖς κρίσεσι καὶ βέβαιον, μὴ δεῖσθαι δὲ τούτου τὸν ἐπ’ ἄκρον προκόπτοντα μηδὲ φροντίζειν παραγενομένου· πολλάκις δὲ μηδὲ τὸν δάκτυλον προτεῖναι ταύτης γ’ ἕνεκα τῆς ἀσφαλείας καὶ βεβαιότητος, ἣν τέλειον ἀγαθὸν καὶ μέγα νομίζουσιν.