Ancient Greek
Fragment 578
Chrysippus, Fragmenta Moralia 578
Not analysed yet
Stobaeus eclog. II 7 p. 110 W. Λέγουσι δὲ καὶ τὸν σοφὸν ἀνύβριστον εἶναι· οὔθ’ ὑβρίζεσθαι γὰρ οὔθ’ ὑβρίζειν διὰ τὸ τὴν ὕβριν ἀδικίαν εἶναι καταισχύνουσαν καὶ βλάβην· μήτε δὲ ἀδικεῖσθαι μήτε βλάπτεσθαι τὸν σπουδαῖον· ἀδικητικῶς μέντοι γέ τινας αὐτῷ προσφέρεσθαι καὶ ὑβριστικῶς καὶ κατὰ τοῦτο ἀδικοπραγεῖν. Πρὸς τούτῳ μηδὲ ⟨τὴ⟩ν τυχοῦσαν ἀδικίαν εἶναι τὴν ὕβριν, ἀλλὰ ⟨τὴν⟩ καταισχύνουσαν καὶ ὑβριστικὴν οὖσαν. Ἀπερίπτωτον δ’ ὑπάρχειν τὸν νοῦν ἔχοντα τούτοις καὶ μηδαμῶς καταισχύνεσθαι· ἐν ἑαυτῷ γὰρ ἔχειν τὸ ἀγαθὸν καὶ τὴν θείαν ἀρετήν, δι’ ὃ καὶ πάσης ἀπηλλάχθαι κακίας καὶ βλάβης. Cf. Senecae dial. II cp. 7 §3-6.