Ancient Greek
Fragment 581
Chrysippus, Fragmenta Moralia 581
Not analysed yet
Stobaeus ecl. II 115, 18 W. Ἀδιάβολον δ’ εἶναι πάντα τὸν καλὸν κἀγαθόν, ἀπαράδεκτον ὄντα διαβολῆς, ὅθεν καὶ ἀδιάβολον εἶναι κατά τε τοῦτον τὸν τρόπον καὶ τῷ μὴ διαβάλλειν ἕτερον. Εἶναι δὲ τὴν διαβολὴν διάστασιν φαινομένων φίλων ψευδεῖ λόγῳ· τοῦτο δὲ μὴ γίνεσθαι περὶ τοὺς ἀγαθοὺς ἄνδρας, μόνους δὲ τοὺς φαύλους καὶ διαβάλλεσθαι καὶ διαβάλλειν, δι’ ὃ καὶ τοὺς μὲν κατ’ ἀλήθειαν φίλους μήτε διαβάλλειν μήτε διαβάλλεσθαι, τοὺς δὲ δοκοῦντας καὶ φαινομένους.