Ancient Greek
Fragment 593
Chrysippus, Fragmenta Moralia 593
Not analysed yet
Stobaeus ecl. II 101, 14 W. τὸν δὲ κατ’ ἀλήθειαν πλοῦτον ἀγαθὸν εἶναι λέγουσι καὶ τὴν κατ’ ἀλήθειαν πενίαν κακόν. καὶ τὴν μὲν κατ’ ἀλήθειαν ἐλευθερίαν ἀγαθόν, τὴν δὲ κατ’ ἀλήθειαν δουλείαν κακόν· δι’ ὃ δὴ καὶ τὸν σπουδαῖον εἶναι μόνον πλούσιον καὶ ἐλεύθερον, τὸν δὲ φαῦλον τοὐναντίον πένητα, τῶν εἰς τὸ πλουτεῖν ἀφορμῶν ἐστερημένον, καὶ δοῦλον διὰ τὴν ὑποπτωτικὴν ἐν αὐτῷ διάθεσιν.