Ancient Greek
Fragment 598
Chrysippus, Fragmenta Moralia 598
Not analysed yet
Sextus adv. math. XI 170. οἱ δὲ Στωϊκοὶ καὶ ἄντικρύς φασι τὴν φρόνησιν, ἐπιστήμην οὖσαν ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων, τέχνην ὑπάρχειν περὶ τὸν βίον, ἣν οἱ προσλαβόντες μόνοι γίγνονται καλοί, μόνοι πλούσιοι, σοφοὶ μόνοι. Ὁ γὰρ πολλοῦ ἄξια κεκτημένος πλούσιός ἐστιν, ἡ δὲ ἀρετὴ πολλοῦ ἐστιν ἀξία, καὶ μόνος ταύτην ὁ σοφὸς κέκτηται· μόνος ἄρα ὁ σοφός ἐστι πλούσιος. Καὶ ὁ ἀξιέραστός ἐστι καλός, μόνος δὲ ὁ σοφός ἐστιν ἀξιέραστος· μόνος ἄρα ὁ σοφός ἐστι καλός.