Ancient Greek
Fragment 752
Chrysippus, Fragmenta Moralia 752
Not analysed yet
Sextus Emp. adv. math. XI 194. ἐν δὲ τῷ περὶ τοῦ Καθήκοντος (Chrysippus) περὶ τῆς τῶν γονέων ταφῆς διεξερχόμενος ῥητῶς φησίν Ἀπογενομένων δὲ τῶν γονέων ταφαῖς χρηστέον ταῖς ἁπλουστάταις, ὡς ἂν τοῦ σώματος καθάπερ ὄνυχος ἢ τριχῶν οὐδὲν ὄντος πρὸς ἡμᾶς, οὐδ’ ἐπιστροφῆς καὶ πολυωρίας προσδεομένων ἡμῶν τοιαύτης τινός. διὸ καὶ χρησίμων μὲν ὄντων τῶν κρεῶν τροφῇ χρήσονται αὐτοῖς, καθάπερ καὶ τῶν ἰδίων μερῶν οἷον ποδὸς ἀποκοπέντος ἐπέβαλλε χρῆσθαι αὐτῷ, καὶ τοῖς παραπλησίοις. ἀχρείων δὲ ὄντων αὐτῶν ἢ κατορύξαντες τὸ μνῆμα ἐποίσουσιν, ἢ κατακαύσαντες τὴν τέφραν ἀφήσουσιν, ἢ μακρότερον ῥίψαντες οὐδεμίαν ἐπιστροφὴν αὐτῶν ποιήσονται καθάπερ ὄνυχος ἢ τριχῶν.