Ancient Greek
Fragment 87
Chrysippus, Fragmenta Moralia 87
Not analysed yet
Diog. Laërt. VII 98. πᾶν δὲ ἀγαθὸν συμφέρον εἶναι καὶ δέον καὶ λυσιτελὲς καὶ χρήσιμον καὶ εὔχρηστον καὶ καλὸν καὶ ὠφέλιμον καὶ αἱρετὸν καὶ δίκαιον. συμφέρον μὲν ὅτι φέρει τοιαῦτα ὧν συμβαινόντων ὠφελούμεθα· δέον δὲ ὅτι συνέχει ἐν οἷς χρή· λυσιτελὲς δὲ ὅτι λύει τὰ τελούμενα εἰς αὐτό, ὥστε τὴν ἀντικατάλλαξιν τὴν ἐκ τῆς πραγματείας ὑπεραίρειν τῇ ὠφελείᾳ· χρήσιμον δὲ ὅτι χρείαν ὠφελείας παρέχεται· εὔχρηστον δὲ ὅτι τὴν χρείαν ἐπαινετὴν ἀπεργάζεται· καλὸν δὲ ὅτι συμμέτρως ἔχει πρὸς τὴν ἑαυτοῦ χρείαν· ὠφέλιμον δὲ ὅτι τοιοῦτόν ἐστιν ὥστε ὠφελεῖν· αἱρετὸν δὲ ὅτι· τοιοῦτόν ἐστιν ὥστε εὐλόγως αὐτὸ αἱρεῖσθαι· δίκαιον δὲ ὅτι νόμῳ ἐστὶ σύμφωνον καὶ κοινωνίας ποιητικόν.